Ἀπολυτίκιο Ὁσίου Γερασίμου τοῦ Ὑμνογράφου 7 Δεκεμβρίου.
Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τῆς Ἠπείρου τὸν γόνον καὶ τοῦ Ἄθωνος καύχημα, τῆς Θεοπρομήτορος Σκήτης, τὸ λαμπρὸν ἐγκαλλώπισμα, τιμῶμέν σε Γεράσιμε κλεινέ, ὡς ὄργανον Θεοῦ μελῳδικόν· ἀνεδείχθης ἐπιπνοίᾳ γὰρ θεϊκῇ, ὑμνήτωρ ἐνθεώτατος· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν χάριν καὶ ἔλεος.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Ὡς τὸν ὁσίων κοινωνὸν καὶ ἰσοτάσιον
Καὶ ἱερῶν μελῳδιῶν λύραν θεόπνευστον
Ἀνυμνοῦμέν σε οἱ δοῦλοί σου θεοφόρε·
Ἀλλὰ πρέσβευε πρὸς Κύριον τοῦ ῥύεσθαι
Ἐκ παντοίων μηχανῶν τοῦ πολεμήτορος
Τοὺς σοὶ κράζοντας· χαίροις, πάτερ Γεράσιμε.
Μεγαλυνάριον.
Χαίροις Ἐκκλησίας θεῖος αὐλός, σοφὸς μυστογράφος, θεοφθόγγων μελῳδιῶν, χαίροις τῶν ἁγίων, ὁ ἔνθους ὑμνηπόλος, Γεράσιμε τρισμάκαρ, στόμα θεόληπτον.
